TLG 1530 005 :: NICANOR :: Fragmenta NICANOR Gramm. Fragmenta Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 632–634. frr. 1–15 Citation: Fragment — (line) | ||
t1 | ΠΕΡΙ ΑΛΕΞΑΝΔΡΕΙΑΣ E LIBRO PRIMO. | |
1 | Stephan. Byz. v. Ἀλεξάνδρεια· Νικάνωρ δὲ ὁ Ἑρμείου ἐν τῇ Περὶ Ἀλεξανδρείας πρώτῃ ταῦτα πάντα κυροῖ, καὶ τὸ Ἀλεξανδρῖνος καὶ τὸ Ἀλεξανδρίτης, οὐ μέντοι τὸ Ἀλεξανδρεώτης. | |
t2-3 | ΠΡΟΣ ΑΔΡΙΑΝΟΝ. | |
2 | Idem: Ἄθλιβις, πόλις Αἰγύπτου· ὁ πολίτης Ἀθλι‐ βίτης. Νικάνωρ δ’ ὁ Ἑρμείου ἐν ᾗ πρὸς Ἀδριανὸν γρά‐ φων διὰ τοῦ ρ φησὶν Ἄθριβις. Οὕτω καὶ Στράβων. | |
3 | Idem: Τίβυρις, πόλις Ἰταλίας ... Τὸ ἐθνικὸν Τι‐ βυρτῖνος. Νικάνωρ δ’ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ, καὶ τὸ ἐθνικὸν Τιβουρῖνος· ὃ καὶ ἀναλογώτερον. Ἐν ᾗ Τιβουρίνιον τέμενος. Αὕτη Πολυστέφανος ὠνομάζετο | 632 |
5 | πρότερον. | |
---|---|---|
t4-15 | ΜΕΤΟΝΟΜΑΣΙΑΙ. | |
4 | Athenaeus VII: Νικάνωρ ὁ Κυρηναῖος ἐν Μετονομασίαις τὸν Μελικέρτην φησὶ Γλαῦκον μετο‐ νομασθῆναι. | |
5 | Harpocratio: Ἀκή· πόλις αὕτη ἐν Φοινίκῃ· Δη‐ μοσθένης ἐν τῷ πρὸς Κάλλιππον ἣν Νικάνωρ ὁ Περὶ μετονομασιῶν γε‐ γραφὼς καὶ Καλλίμαχος ἐν τοῖς Ὑπομνήμασι τὴν νῦν | |
5 | Πτολεμαΐδα καλουμένην φασὶν εἶναι· Δημήτριος δὲ ἰδίως τὴν ἀκρόπολιν τῆς Πτολεμαΐδος πρότερον Ἀκὴν ὠνομάσθαι φησίν. | |
6 | Steph. B: Πάρος ... Νικάνωρ δὲ ἐν ταῖς Μετονομα‐ σίαις κεκλῆσθαί φησιν αὐτὴν Πακτίαν, Δημητριάδα, Ζάκυνθον, Ὑρίαν, Ὑλήεσσαν καὶ Μινώαν καὶ Κάβαρ‐ νιν ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ | |
5 | Δήμητρι τῆς θυγατρός. | |
7 | Idem: Ὕδη, πόλις Λυδίας ... Λέανδρος δ’, ὁ Νικάνωρ παρατίθησι ἐν Μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρδεις φησίν. | |
8 | Idem: Ὀλυμπία ἡ πρότερον Πῖσα λεγομένη ... λέγεται καὶ Ἄρπιννα, ὡς Νικάνωρ, ἀπὸ τῆς Οἰνο‐ μάου μητρός. | |
9 | Idem: Παρρασία ... Νικάνωρ δὲ Παρβασίαν φη‐ σὶν αὐτὴν κεκλῆσθαι διὰ τὴν Λυκάονος εἰς τὸν Δία πα‐ ρανομίαν. | |
10 | Idem: Τάναϊς ... Τινὲς δὲ καὶ τὸν ποταμὸν Ἀκε‐ σίνην εἶναι καὶ Ἰαξάρτην, ἑλληνίσθαι δὲ τὰ πολλὰ τῶν βαρβαρικῶν ὀνομάτων, ὡς Νικάνωρ φησί. | |
11 | Idem: Δῆλος ... ἐκαλεῖτο δὲ Κύνθος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ ... καὶ Ἀστερία καὶ Πελασγία καὶ Χλα‐ μυδία· τινὲς δὲ ὅτι Ζάκυνθος ἐκαλεῖτο, κακῶς εἰδότες. Κεκλῆσθαι δὲ αὐτὴν καὶ Σκυθιάδα Νικάνωρ φησίν. | |
12 | Idem: Διοσκουριὰς, μία τῶν ἐν Λιβύῃ Λευκῶν | |
νήσων ... Ἔστι καὶ ἑτέρα περὶ τὸν Πόντον, ἥτις Σεβα‐ στόπολις καλεῖται, καὶ πρότερον δὲ Αἶα ἐπικλήσκετο, ὡς Νικάνωρ. | 633 | |
13 | Steph. Byz. Ἱμέρα, πόλις Σικελίας ... Ἔστι καὶ ποταμὸς Ἱμέρας, ὡς Νικάνωρ. | |
14 | Idem: Ἀλάβαστρα, πόλις Φρυγίας. Ἡρόδο‐ τος (?). Ἐν ταύτῃ λίθος διάσημος, ὥς φησι Νικάνωρ. | |
15 | Schol. Apoll. Rhod. IV, 262: Κόσμης δὲ ἐν πρώτῳ Αἰγυπτιακῶν, καὶ Λέων ἐν πρώτῳ τῶν πρὸς τὴν μητέρα, καὶ Κνωσσὸς ἐν αʹ Γεωγραφικῶν τῆς Ἀσίας, πάντων ἀρχαιοτάτους Αἰγυπτίους φασὶ, καὶ ἐν | |
5 | Αἰγύπτῳ πρώτην κτισθῆναι πόλιν Θήβας. Καὶ νικά‐ νωρ δὲ τούτοις συμφωνεῖ καὶ Ἀρχέμαχος ἐν ταῖς Με‐ | |
τωνυμίαις καὶ Ξεναγόρας ἐν πρώτῳ Χρόνων. | 634 |